
Μουσείο της Ακρόπολης
Άσκηση γραμματικής πολλαπλών επιλογών στο τέλος του κειμένου
Βαθμός δυσκολίας του κειμένου : 1 2 3 4
Συντακτικά φαινόμενα : υποθετικοί λόγοι
Κείμενο
ΣΩ. Φρόνησιν ἄρα φαμὲν ἀρετὴν εἶναι͵ ἤτοι σύμπασαν ἢ μέρος τι; ΜΕΝ. Δοκεῖ μοι καλῶς λέγεσθαι͵ ὦ Σώκρατες͵ τὰ λεγόμενα. ΣΩ. Οὐκοῦν εἰ ταῦτα οὕτως ἔχει͵ οὐκ ἂν εἶεν φύσει οἱ ἀγαθοί. ΜΕΝ. Οὔ μοι δοκεῖ. ΣΩ. Καὶ γὰρ ἄν που καὶ τόδ΄ ἦν· εἰ φύσει οἱ ἀγαθοὶ ἐγίγνοντο͵ ἦσάν που ἂν ἡμῖν οἳ ἐγίγνωσκον τῶν νέων τοὺς ἀγαθοὺς τὰς φύσεις͵ οὓς ἡμεῖς ἂν παραλαβόντες ἐκείνων ἀποφηνάντων ἐφυλάττομεν ἂν ἐν ἀκροπόλει͵ κατασημηνάμενοι πολὺ μᾶλλον ἢ τὸ χρυσίον͵ ἵνα μηδεὶς αὐτοὺς διέφθειρεν͵ ἀλλ΄ ἐπειδὴ ἀφίκοιντο εἰς τὴν ἡλικίαν͵ χρήσιμοι γίγνοιντο ταῖς πόλεσι. ΜΕΝ. Εἰκός γέ τοι͵ ὦ Σώκρατες. ΣΩ. Ἆρ΄ οὖν ἐπειδὴ οὐ φύσει οἱ ἀγαθοὶ ἀγαθοὶ γίγνονται͵ ἆρα μαθήσει; ΜΕΝ. Δοκεῖ μοι ἤδη ἀναγκαῖον εἶναι· καὶ δῆλον͵ ὦ Σώκρατες͵ κατὰ τὴν ὑπόθεσιν͵ εἴπερ ἐπιστήμη ἐστὶν ἀρετή͵ ὅτι διδακτόν ἐστιν.
Πλάτων, Μένων 25, 89, Β



