Διδαγμένο κείμενο
Ἀριστοτέλους Ἠθικὰ Νικομάχεια (Β3, 1-2/Β6, 1-4)
Σημεῖον δὲ
δεῖ ποιεῖσθαι τῶν ἕξεων τὴν ἐπιγινομένην ἡδονὴν ἢ λύπην τοῖς
ἔργοις· ὁ μὲν
γὰρ ἀπεχόμενος τῶν σωματικῶν
ἡδονῶν καὶ
αὐτῷ τούτῳ χαίρων σώφρων, ὁ δ’ ἀχθόμενος ἀκόλαστος,
καί ὁ μὲν ὑπομένων τὰ
δεινὰ καὶ χαίρων
ἢ μὴ λυπούμενός γε ἀνδρεῖος, ὁ δὲ
λυπούμενος δειλός. Περὶ ἡδονὰς γὰρ
καὶ λύπας ἐστὶν
ἡ ἠθικὴ ἀρετή·
διὰ μὲν γὰρ τὴν
ἡδονὴν τὰ
φαῦλα πράττομεν, διὰ
δὲ τὴν λύπην τῶν καλῶν ἀπεχόμεθα.
Διὸ δεῖ ἦχθαί
πως εὐθὺς ἐκ νέων, ὡς
ὁ Πλάτων φησίν, ὥστε
χαίρειν τε καὶ λυπεῖσθαι οἷς δεῖ· ἡ
γὰρ
ὀρθὴ παιδεία αὕτη
ἐστίν.


